Ancient Greek · ~4 min
61.8 to 61.11
Libanius, Epistulae 1-839 61.8-11
Not analysed yet
τὴν δὲ τῶν ῥημάτων ὥραν παρέρχεται τῶν ἠθῶν τὸ κάλλος. νῦν μὲν γὰρ εἰς πολιὰν ἥκει, πρὶν δὲ εἰς ἄνδρας ἐξελθεῖν τὰ γερόντων ἐδείκνυ τῇ τε ἄλλῃ καὶ δὴ καὶ γλώττης, ὡσπερ ἐκέλευσεν Ἀνάχαρσις, ἐκράτει. καὶ νῦν οὐ μᾶλλον ἂν αὐτὸν ἡ τοὺς ἀνδριάντας ἐκφύγοι συλλαβὴ τῶν σιγᾶσθαι δι- καίων. Ἀλλὰ γὰρ οἰήσῃ με τηνάλλως μηκύνειν πρὸς σὲ τόν, ἐπειδὴ ταῦτα αὐτῷ συνῄδεις, κεκληκότα, διῆλθον δὲ οὐ δι- δαχῆς ἕωεκα τῶν τρόπων, τοῦ δεῖξαι δέ, ὡς μέτεστι τῇ τροφῷ τῶν τῷ τροφίμῳ παρὰ σοῦ γιγνομένων τε καὶ ἐσομένων. ὡς οὖν ἐν πᾶσιν ἡμῖν θεωροῖς ἐπιδεικνύμενος καὶ διὰ τοῦ ῥήτορος τῷ κοινῷ χαριούμενος μετάστησον ἡμῖν τὸν ἄνδρα φέρων εἰς σχῆμα σοί τε καὶ ἐκείνῳ πρέπον καὶ μὴ παύσῃ τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν συλλαμβάνων. τούτῳ γὰρ ἂν καὶ μόνῳ νικήσαις τοὺς πρὸ σοῦ ταὐτὰ ἃ σὺ νῦν διῳκηκό- τας. τὸ μὲν γὰρ ὄνομα ταὐτὸ καὶ δύναμις ἴση, δεῖ δὲ σὲ ἐκεί- νων ἐπὶ χρήματα ὡρμηκότων αὐτὸν φανῆναι λαμπρύνοντα τὰ τῶν ἀνδρῶν οἷς τι μέτεστιν ἀρετῆς. καλὸν γὰρ ὕστερον ᾄδεσθαι τῶν μὲν τὸν πλοῦτον, σοῦ δὲ τὴν ψῆφον.