Ancient Greek · ~7 min
61.1 to 61.7
Libanius, Epistulae 1-839 61.1-7
Not analysed yet
Ἐπειδή σου τὰ γράμματα ἧκε καλοῦντα τὸν πάντων ἐμοῖ φίλτατον Πρισκιανόν, θροῦς ἦν ἐν τῇ πόλει πολὺς ὡς κρείττω σου ποιοῦντος τῶν ἐλπίδων, καὶ περιχυθέντες εὐδαι- μόνιζον τὸν ἄνδρα μάντις ἕκαστος γιγνόμενος τοῦ μέλλοντος σχήματος. ἐμοὶ δὲ τὸ μὲν πεπραγμένον ἦν καὶ σφόδρα κατ’ ἐλπίδας, ᾕσειν γάρ σε ὄντα ἀγαθόν, τὸν δὲ τοιοῦτον οὐ τὰ τοιαῦτα ποιεῖν ἦν θαυμαστόν. μακαρίζων δὲ τὸν κεκλη- μένον, ὥσπερ οἱ ἄλλοι, μακαρίζειν ᾤμην δεῖν καὶ σὲ τὸν σύμ- βουλον καὶ τὸν τὴν εἰσήγησιν δεξάμενον καὶ τὴν ἡμετέραν πόλιν. τὸ γὰρ ἄγειν ἐπὶ τὴν δύναμιν οὓς ἄξιον αὐτῶν ἐστι τῶν ἀγόντων ἔπαινος οὐχ ἧττον ἢ τοῦ δεχομένου τὴν τιμήν, ἐπεὶ καὶ Ἰάσων ἐμβιβάζων εἰς τὴν Ἀργὼ τὸν Ἡρακλέα νοῦν ἔχειν ἐδόκει. καὶ τίς ἂν οὐ τῷ μὲν συνήσθη τοῦ δύ- νᾶσθαι σώζειν ,τῷ δὲ τοῦ καλῶς ἰδεῖν μεθ’ οὗ πλεῖν ἴδει; καὶ νῦν πράξει μὲν οὗτος ὁ Ἡρακλῆς ἐφ’ ὅ τι ἂν αὐτὸν ἐπιστήσητε πάσης εὐφημίας ἀξίως, κοινωνοὶ δὲ τῆς εὐφημίας ὅ τε δοὺς τὴν γνώμην Φλωρέντιος ὁ πράττειν εἰδὼς μᾶλλον ἢ λαλεῖν ὅ τε πεισθεὶς βασιλεὺς ὁ τὴν οἰκουμένην ἀνέχων. κεκόσμηται δὲ καὶ τὸ κοινὸν ἡμῖν. γέγονε μὲν γὰρ ἑτέρωθι Πρισκιανός, δι’ ὃ δὲ θαυμάζεται, τοῦτο αὐτῷ παρὰ τῆς ἐμῆς πόλεως, ἣ παραλαβοῦσα αὐτὸν ἐρῶντα λόγων μεστὸν ἀπέφηνε λόγων. εἷς δὲ ἡμῖν εἱστήκει κρατὴρ καὶ συνεπίνομεν. καὶ διὰ τοῦτο συνεύχετο μὲν οὗτος ἐμοὶ χρωμένῳ συλλόγοις, ἔπη δῶν δὲ ἐγὼ τοῦδε κρατοῦντος ἐν δίκαις, ἃς οὕτως ὑγιῶς μετῄει ὥστε τοῖς δικασταῖς ἀντὶ τῶν γραμμάτων εἶναι τὰ τού- του νεύματα. καὶ τὸ μὲν ἀγωνιζόμενον μετὰ φροντίδος ἀγορεύειν οὔπω τοσοῦτον, ἀλλ’ οὗτός γε ἐν παντὶ καιρῷ καὶ χωρίῳ καὶ περὶ ὅτου δὴ φθεγγόμενος ἐσκεμμένως ἂν δόξαι λέγειν οὕτως οὐκ ἔστιν ὅτε ἡγεῖται προσήκειν ἀμελῆσαι ῥη- μάτων.