Ancient Greek · ~1 min
Letter 610
Libanius, Epistulae 1-839 610
Not analysed yet
Ἔπεμψά σοι τὸν λόγον μικρὸν ὑπὲρ μεγάλων πραγμό- των. τοῦ δὲ καὶ μείζω γενέσθαι λόγον σὺ δήπου κύριος, εἰ δοίης ἀφ’ ὧν ἂν γένοιτο μείζων. δοὺς μὲν οὖν δηλώσεις ὅτι με τεχνίτην ἐγκωμίων ἡγῇ· μὴ δοὺς δὲ δώσεις ἕτερα ὑποπτεύειν.