Ancient Greek · ~2 min
Letter 615
Libanius, Epistulae 1-839 615.1
Not analysed yet
Ὁ μὲν Ἀσχόλιος τὰ πάντων δεινότατά τε καὶ ἥδιστα πρὸς ἡμᾶς ἀγγείλας —εἰπὼν γὰρ περὶ τοῦ πτώματος, ἐφ’ ᾧ καὶ αὐτὸς πληγεὶς ἔπεσον, εὐθὺς ἐπέθηκεν ὅτι ἀλλὰ θεῶν μέν ἀνέσχε τῇ χειρὶ φερομένην τὴν παρθένον, ἕως εἰς τὴν γῆν κατέστησεν ὥσπερ εἰς εὐνήν. ὥσπερ δὲ ἐνταῦθα τῷ μηδὲν συμβῆναι δυσχερὲς ἡδόμην, οὕτω τῷ τὸν οἰκέτην συντριβῆναι καὶ μὴ ἂν σωθῆ- νᾶι δύνασθαι . . . . . . . —τοιαῦτα διαλεχθεὶς Ἀσχόλιος καὶ τοὺς ἀγροὺς ἐπαινέσας καὶ παραινέσας ἔχειν, ἀλλὰ μὴ πωλεῖν ἀπῆλθε. καὶ νῦν ὅπου γῆς ἐστιν, οὐκ οἴδα.