Ancient Greek · ~2 min
615.2 to 615.3
Libanius, Epistulae 1-839 615.2-3
Not analysed yet
σοὶ δὲ καὶ παισὶ τοῖς σοῖς εἴη μὲν ἐκ θεῶν σωτηρία, φέροιεν δὲ αἱ ὧραι τὰ αὑτῶν, πάντα δὲ ἐξ οὐρίων θέοι, πέμποις δὲ ἡμῖν καὶ γράμματα καὶ τὰ παρὰ τῆς χώρας. ἐγὼ δὲ δύο λόγους, ὧν ἐν μὲν τῷ πρὸς Ἡρόδοτον, ἐν δὲ τῷ πρὸς Ἀριστείδην μάχομαι, πέπομφα. τούτους εὐθὺς δεῖ γενέσθαι Παλλαδίου, καὶ γὰρ ᾔτησε παρών, οὐκ ἄδηλον δὲ ὡς τοῦτο ποιήσει καὶ σοὺς εἶναι τοὺς λόγους.