Ancient Greek · ~7 min
62.2 to 62.8
Libanius, Epistulae 1-839 62.2-8
Not analysed yet
χωρὶς δὲ τούτων οὐδὲ ἦν εἰκός, ἐν ᾧ τοὺς πρὸ τοῦ δυσμενεῖς εὖ ποιεῖς, λυπεῖν ὃν ἐν πρώτοις ἦγες τῶν φίλων καὶ ταῦτα οὐ πολὺ τῶν νεκρῶν διαφέροντα μετὰ τὰς τῶν γνωρίμω. τύχας. ὡς δὲ οὐδενὶ ἐκείνων ἐπειθόμην αὐτό σε πειθέτω τὸ γράφειν· οὐ γὰρ ἂν τόν γε ἄλλον γεγενη- μένον ἐνοχλεῖν ἠξίουν. τῶν μὲν οὖν ἄλλων οὐδέν σε κεκινη- κεναὶ νομίζω, τῆς χάριτος δὲ ἥν μοι δέδωκας ἀφαιρεῖν τὸ πλέον. σὺ γὰρ δὴ κύριος μὲν ὢν ἀφελεῖν με τῆς πατρί- δος μένειν ἔδωκας εὖ ποιῶν, ὃ μοι τῶν οἴκοι μέγιστον ἦν, ὅπως ἱστᾶι παρ’ ὑμῖν ἔπραξας, καὶ κατῆλθεν εἰς μικρὸν ἡ χάρις. πρισκιανὸς γὰρ ἐμοὶ τὰ πάντα καὶ τοσοῦτον ὅσον οἱ πάντες οἰκεῖοι. καὶ τοῦτο αὐτὸς ἔγνως δι’ ἀγγέλων μὲν ἀπών, τῇ πείρᾳ δὲ ἥκων. τοῦτον δὴ μεταστῆσαι διανοηθεὶς ἐκεῖσε ταυτί που διελέχθης πρὸς σαυτόν τὸν ῥήτορα ἐκεῖνον τὸν μέγαν τῇ Μεγάλῃ πόλει δοτέον. ἀλλὰ τὸ μὲν ἁπλῶς οὑτωσὶ κελεύειν τρέχειν σκαιόν τικαὶ βίαιον, δεὶ δέ τινος τέχνης. τίς οὖν αὕτη; γε νέσθω τῶν ἀμφὶ βασιλέα καὶ τεθήραται. βαδιεῖται γὰρ τὴν ἐπὶ τὴν γενναίαν βουλὴν ἄγουσαν καὶ. οὕτως ἕξει τὰ τοῦ δεῖνος Θεμίστιος. ἔχε δὴ καὶ ἀπόλαυε καὶ σκόπει, πῶς ἂν ἐν ᾧπερ ἄξιον γένοιτο καὶ μὴ καταισχύνειε τὰ ὅπλα τὸν στρατιώτην. τῷ μὲν γὰρ οὐκ ἐπιθυμία τοῦ μείζονος. ἀρκεῖ γὰρ αὐτῷ τὸ εἶναι ἀγαθόν. ὑμῖν δὲ οὐκ ἆν ἔχοι καλῶς, εἰ δόξετε τὴν αξίαν ἀγνοεῖν. εἰ μὲν οὖν παρ’ ῦμῖν συμβάλ- λοὶ τὸ πρῶτον τῷ βασιλεῖ, τοῦ παντὸς ἐπιμελήσῃ παρών· δι᾿ ὑμῶν δὲ ὡς αὐτὸν ἐλαύνοντι γράμματα δώσεις, ταυτὶ δὲ οὐκ ἀσθενέστερα παρουσίας. ἐμὲ δὲ εἰ τις μεταπέμποιτο, πρὸς θεῶν, κωλύειν. οὔτε γὰρ οὕτως ἔχει μοι τὸ σῶμα μεστή τε ἀργίας ἡ γνώμη δι᾿ ἣν ἣν εἰς τὴν ἀτοπίαν ἐμπέπτωκα τῆς Ἀπόλλωνος ἐρωμένης, ἣ τοῦ θεοῦ προὔθηκεν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τὸν Ἴδαν.