Ancient Greek · ~3 min
Letter 63
Libanius, Epistulae 1-839 63
Not analysed yet
Ἀλλ’ εἰ καὶ μὴ πάσης τῆς ἐπιθυμίας, τοῦ γε ἡμίσεος ἀπολαύεις. τῆς γὰρ πόλεως ἡμῶν ἐρῶν ἔχεις αὐτῆς οὐκ ὀλί- γον τὸν καλὸν Πρισκιανόν, ᾧ τῶν σῶν ἔμελε πόνων, οὗ προβάλλοντος ἤκουες, ὅς, ὅτε ἐπῄνεις Μόδεστον, οἷς ἔλε- γες περιέθηκε δόξαν. ἀμείβου δὴ τὸν ἄνδρα εὐφημίαις καὶ δίδασκε τὴν φιλτάτην Ἄγκυραν, τίς οὑτοσὶ τοὺς λόγους καὶ τὰ τῶν τρόπων ἤθη. πάντως δὲ αὐτῶν τὸ ἕρμαιον ἀνὴρ ἐπιστάμενος λέγειν. οἶμαι δέ σε τῶν παιδικῶν αὖθις ἕξε- σθαι, τῆς ὁδοῦ τὴν αἰτίαν εἰ μάθοις. πόθος ἔλαβε τὸν βα- σιλέα τῆς τούτου γλώττης. καὶ τὸ κρατεῖν ἐν τοῖς ἀγῶσιν ἐκείνοις αὐτό τε μέγα καὶ μειζόνων ἀρχὴ γίνεται. πρὸς ταῦτα ὁρῶν τις μὴ νομιζέτω ῥητορικὴν ἄτιμον, ἰσχυρὸν γάρ ἐστι παρ’ οἷς ὄντως ἔστι, καὶ πρὸς τοὺς ὑπερορῶντας ἔχει λέγειν· ἔτι μοι μένος.