Ancient Greek · ~4 min
620.1 to 620.5
Libanius, Epistulae 1-839 620.1-5
Not analysed yet
Καὶ περὶ τῆς ἄνωθεν πρὸς ἡμᾶς τοῦ θαυμαστοῦ Θα- λασσίου φιλίας καὶ περὶ τῶν πόνων, οὓς ὑπέμεινεν, ὅπως σωθείην, ὅτε ὁ σκηπτὸς ἐκεῖνος κεκίνητο, πολλάκις οἶδα πρὸς σὲ διελθών· ἐφ’ ᾧ μέγα τε ἐβόησας τὸν ἄνδρα θαυμάσας καὶ σαυτοῦ σωτῆρα καὶ εὐεργέτην ἐκάλεις ἐκ τῶν πρὸς ἐμέ. τοῦτον ἰδὼν ἐγὼ σκυθρωπὸν ἐν ἀγορᾷ καθήμενον ἐταράχθην καὶ προσιὼν ἠρώτων, ὅθεν ἡμῖν τοιοῦτός ἐστιν, ὁ δὲ ἐσίγα. τῇ σιγῇ δὲ αὐτὸς ἐταραττόμην πλέον. ἔπειτα τὸν μὲν ἀφείς. ἐπ’ ἄλλον δέ τινα τῶν συνήθων ἐλθὼν πράγματα ἔμαθον, ἃ τὸν μὲν εἰκότως ἐλύπησεν, ὑπὸ σοῦ δὲ δικαίως ἂν κωλυθείη. τιμωρίας γὰρ ἴσως τῆς ἐπὶ τοῖς πεπραγμένοις οὐκ ἔξεστι μνη- σθῆναι· τοιαῦτα τὰ παρόντα. γράφω δέ σοι τὸν μὲν λα- θῶν, βουλόμενος δέ σοί τε ἔργων καλῶν ἀφορμὰς παρέχειν αὐτός τε φαίνεσθαι μεμνημένος τοῦ χεῖρα ὀρέξαντος ἐν και- ροῖς θεοῦ τινος χρῄζουσιν. οἶμαι δὲ καὶ τὸν Ἡρακλέα τῆς Ἀθηνᾶς μεμνημένον διατελεῖν, ὅτι δι’ αὐτὴν ἐξέφυγεν, ὥς φησιν Ὅμηρος, τὴν Στύγα ἥκων ἐπὶ τὸν Κέρβερον. εἰ δὲ μὴ παρῆν ἡ θεὸς καὶ ἐβοήθει, τάχα ἄν —ἀλλ’ ἀφίημι τὸ λοιπὸν Ἡρακλέους τιμῇ.