Ancient Greek · ~2 min
Letter 619
Libanius, Epistulae 1-839 619
Not analysed yet
Οὐχ ἧττον ὑμῶν τῆς ὑμετέρας ἀπολαύομεν διὰ τοὺς πυκνοὺς τουτουσὶ διακόνους. καί μοι δοκεῖς ἄχθεσθαι καὶ πρὸς τὰ δένδρα ταῦτα τὰ ἀγλαόκαρπα, ὅτι σοι μὴ ἐθέλοι δεῦρο κομισθέντα βριθομένων τῶν κλάδων ἐναρμοσθέντα τῇ γῇ ταὐτὸν ποιεῖν. ἀλλ’ ἐκεῖνα μὲν τικτέτω παρ’ ὑμῖν, πάν- τως καὶ ἡμῶν ὁ τόκος· περὶ δὲ τοῖν λόγοιν νῦν ᾐσθόμην ὡς οὐδὲν ἔγραφον σαφές. διορθοῦμαι δή· κτῆμα μὲν ἴστω Παλ- λαδίου, σὺ δὲ ἢ δοὺς ἐκγράψῃ λαβὼν ἢ δώσεις, ἐπειδὰν ἐκ- γράψῃ.