Ancient Greek · ~4 min
620.7 to 620.10
Libanius, Epistulae 1-839 620.7-10
Not analysed yet
καὶ δὴ καὶ τὸ τῆς τέχνης αὐτῷ κεχώ- ρηκεν εἰς ἔργον. ἔρημοι μὲν ἀγροί, καρποὶ δὲ ἀπολώλασιν, ἐπιμεληταὶ δὲ χωρίων εἰς ὄρη φεύγουσιν. οἱ δὲ ἔχοντες φθό- ὄν εἰς τὸν ἄνδρα γυμνοῦσι τὸ πάθος καὶ Μυσῶν λείαν πε- ποιήκασι τὰ τούτου, δι’ ὃν ἐκ κινδύνων ἐλύθησαν πολλάκις. κἂν δέῃ τέκτονας ἤ τι τοιοῦτον εἰς τὴν κοινὴν εἰσενεχθῆ- νᾶι χρείαν, ἐκ τῶν Θαλασσίου τῆς φορᾶς ὑπερήμισυ γίνεται νομίζουσι γὰρ κεῖσθαι τὸν ἄνθρωπον. τῷ δὲ τά τε πρῶτα τῆς δίκης δόξαν ἤνεγκε τὴν ἀμείνω καὶ τὰ λοιπὰ θεοῦ δι- δόντος συνέσται τῷ προοιμίῳ, καί τις αὐτὸν ὄψεται τοὺς νῦν ὑβρίζοντας μετιόντα. ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ’ ὅπως με ἐξέφυγε καὶ ταῦτα εἰδότα φυλάττεσθαι μὴ μεγάλα λέγειν· σὺ δὲ ὡς ἂν ἐμοῦ ταῦτα πάσχοντος ἀλγήσας καὶ προσέτι γε σαυ- τὸν μετ’ ἐμοῦ ταῦτα πάσχειν νομίσας μέμψαι μὲν τὰ τετολ- μημένα, δεῖξον δὲ ὡς ὁ μὴ σωφρονῶν δώσει δίκην, κόσμησον δὲ σαυτῷ τὴν ἀρχὴν ταῖς ὑπὲρ Θαλασσίου καὶ τῶν τούτου πραγμάτων ὀργαῖς.