Ancient Greek · ~1 min
Letter 621
Libanius, Epistulae 1-839 621
Not analysed yet
Οἶδα ὡς ἠθύμησας οὐκ ἐντυχὼν Ἀκακίῳ τῶν τε ἄλλων εἴνεκα καὶ ὅτι ἡμῖν οὐκ ἔπραξας ὧν ᾔδεις σφόδρα ἐπιθυ- μοῦντας· ἀλλὰ οὐδὲ ὁ δεύτερος ἡμῖν φαίνεται πλοῦς, ὁ δὲ ἦν Μαξίμῳ δοθῆναι τὴν ἐπιστολὴν. δίδασκε οὖν, ὦ ’γαθέ, τὴν περὶ τὰ γράμματα τύχην, ὅπως ἢ τὸν λαβόντα μέν, οὐχ ὁμολογοῦντα δὲ μεμφώμεθα ἢ παυσώμεθά σε χάριν αἰτοῦντες ὡς ἀπημελημένοι.