Ancient Greek
622.2 to 622.3
Libanius, Epistulae 1-839 622.2-3
Not analysed yet
εἰ μὲν οὖν μὴ ῥήτωρ ἦν ὁ κομίζων τὴν ἐπιστολήν, αὐτὸς ἂν διηγούμην· ἐπεὶ δὲ τῷ λέγειν δύνασθαι καὶ τὴν ἄλλην δύναμιν Εὐσέβιος προσεκτήσατο, τί ἄν τις μη- κύνοι πρεσβευτῇ τοιούτῳ χρώμενος; τοσοῦτο μέντοι προσ- θείην ἄν, ὡς οὔτε ἔξω τῶν νόμων οὐδὲν ἐπαγγέλλομεν πλείω τε εἰσόμεθα χάριν τῶν τὰ ἄδικα παρὰ τῶν ἀδίκων αἰτούντων.