Ancient Greek · ~1 min
Letter 623
Libanius, Epistulae 1-839 623
Not analysed yet
Ἤδη καὶ ἡμῖν τὰ τῆς ὡραίας προέρχεται καὶ ἔστιν ὀπώ- ρα. λύωμεν οὖν, εἰ δοκεῖ, τοῖς γεωργοῖς τοὺς δρόμους τὴν δ’ ὑπὲρ τῶν ἀγρῶν συμβουλὴν καὶ ἐπαινῶ καὶ δέχομαι. καὶ πειρασόμεθα τῶν μὲν μὴ ἀποστῆναι, τὰ δὲ προσλαβεῖν.