Ancient Greek · ~3 min
625.3 to 625.6
Libanius, Epistulae 1-839 625.3-6
Not analysed yet
καί σοί φασιν ἐκ τούτων δύο γενέσθαι, πενίαν καὶ δόξαν, ὥσθ’ ἡμῖν ἐλπίδας ἀνθεῖν ἀγαθὰς ὡς τοῦ βασιλέως ἀπο- δώσοντος χάριν, ἐπειδὰν εὖ ποιῶν τὸν. Πέρσην ἑλὼν ἀνα- στρέφῃ. τουτὶ μὲν οὖν τελοίη θεός, Σέλευκος δὲ οὑτοσὶ κηδεστὴς μέν ἐστι Καλλιοπίου τοῦ τραφέντος μὲν ἐν τοῖς Ζηνοβίου λόγοις, κουφίζοντος δὲ ἐμοὶ τὸ περὶ τοὺς νέους ἄχθος. ἥκει δὲ πέμποντος Ἐλπιδίου συνεισοίσων τι τοῖς ἔργοις. εἰδὼς δὲ ὡς, ἂν μὴ πρὸς αὐτὸν ἡμέρως ἔχῃς, ἀπελ- θεῖν αὐτῷ κρεῖττον ἢ μένειν, ὅπως ἥμερος ἴσῃ, πράττει διὰ τῶν γραμμάτων. ἐγὼ δὲ βουλοίμην ἂν καὶ Καλλιοπίῳ κα τῷ τούτου πατρὶ καταθέσθαι χάριν, ἣν ἐν ταῖς περὶ τὸν νόθον τὸν ἐμὸν ἀπολήψομαι σπουδαῖς· πλάττουσι γὰρ τὸν Ἀρρά- βιον ἄμφω.