Ancient Greek · ~2 min
Letter 626
Libanius, Epistulae 1-839 626
Not analysed yet
Βασσιανὸς καὶ ἡ τούτου τηθὶς συγγενεῖς τε ἄμφω μοι καὶ τιμῆς ἀξίω καὶ ὅ τι ἂν ὑπουργῶ κελευόντων, κέρδος ἐμόν. γίγνεται δὴ καὶ ταυτὶ τὰ γράμματα βουληθέντων ἐκείνων. Μέγιστον γὰρ τουτονί φασι μὲν αὑτοῖς εἶναι χρήσιμον, ἔσε- σθαι δὲ πιστεύουσιν ἐν ἀσφαλείᾳ, τῆς σῆς εὐνοίας εἰ τυγχάνοι. ταύτην δὲ ἔχειν μὲν ἤδη Μέγιστος ἔφη, βούλεται δὲ αὐξη- θῆναι δι’ ἐμοῦ. σὺ γάρ που τὸν σὸν ἔρωτα περὶ ἐμὲ λαθεῖν οὐκ ἐᾷς, ἐρῶν δὲ πᾶν ἂν ποιῆσαι δοκεῖς. ἄγε δή, πεῖθε τὸν ἄνθρωπον ὡς οὐ κακῶς ἤλπισεν, ἀλλ’ ὑπὸ τῆς ἐπιστολῆς εἰς τὸ διπλάσιον ἥκει τὸ τῆς βοηθείας