Ancient Greek · ~2 min
Letter 629
Libanius, Epistulae 1-839 629
Not analysed yet
Οἶσθά που Μαιόνιον τὸν βιβλιογράφον. καὶ ὅτι μοι βιβλιογράφων ἀμελεῖν οὐκ ἔνι, καὶ τοῦτο οἶσθα. τὸν δὴ φέ- ροντα τὴν ἐπιστολὴν ἐγὼ μὲν οὐ γινώσκω, Μαιόνιος δὲ ποι- εἷται περὶ πολλοῦ. πονηρὸς δέ τις βλάψας ἄνθρωπος ἀπο- δρὰς ᾤχετο, καὶ νῦν οὗτος ἀφῖκται τῶν δικαίων ἀξιῶν τυ- χεῖν. ὡς οὖν ἐν τῇ πρὸς τοῦτον σπουδῇ βοηθήσων τῷ κάλλει τῶν βιβλίων δεῖξον ὀργὴν ἐπὶ τὸν ἠδικηκότα.