Ancient Greek · ~1 min
Letter 634
Libanius, Epistulae 1-839 634
Not analysed yet
Εἰ μὴ ταῦτα ἐποίουν, ἠδίκουν ἄν, ποιῶν δὲ οὐκ ἂν εἰκότως ἐπαινοίμην· ἐπεὶ καὶ σὺ τῶν μὲν υἱέων ἀμελῶν εἶχες ἂν κατηγόρους, ἐπιμελούμενος δὲ μὴ ζήτει τὸν θαυμασόμενον ἐμὲ δὲ τούτοις οὐκ ὀλίγα ποιεῖ πατέρα· ὧν κεφάλαιον τὸ πρὸς λόγους εὖ πεφυκέναι.