Ancient Greek · ~2 min
64.1 to 64.2
Libanius, Epistulae 1-839 64.1-2
Not analysed yet
Ἔγκλημα λύεσθαί φησιν ὁ Θουκυδίδης ὑπὸ χάριτος, ὅταν ὃν ἠδίκησέ τις, τούτῳ τι ποιήσῃ κατὰ γνώμην ὕστερον. σὺ δ’ ἡμῶν τὸ μὲν πρῶτον ἀμνημονῶν ἠδίκεις, ἔπειτα κακῷ τὸ κακὸν ἰώμενος ἐπὶ βλάβῃ κατασκευάζων ὁδόν τινα βαρά- θρου χαλεπωτέραν ἐμοί. τούτων δὴ τῶν ἐγκλημάτων ἐν χερσὶν ὄντων καὶ τὸ πραττόμενον ὀνομάζοντος ἔχθραν ἐμοῦ προσῆλθεν ἡ χάρις παύουσα μὲν τὰς αἰτίας, πείθουσα δὲ ἐγκωμιάζειν. καί σοι σπένδομαι καί φημί σε μὴ μόνον εἰδέναι γελᾶν, ἀλλὰ καὶ σπουδῆς τι συνεισφέρειν τοῖς φίλοις.