Ancient Greek · ~2 min
Letter 643
Libanius, Epistulae 1-839 643
Not analysed yet
Ἀλλ’ εἰ καὶ τῶν χειρῶν σου τὸν Πλάτωνα ἐξέβαλεν ἥ τε ἀρχὴ καὶ τὰ πανταχόθεν ἕλκοντα, τήν γε ψυχὴν ὁ Πλατῶν οἰκεῖ τὴν σήν, ὅθεν ἡμῖν μύθους καὶ λόγους τοιούτους φέ- ρεις. ἀλλ’ ἰδού, πάλιν σύ τε καὶ Μίκκαλος εἰς γεγένησθον τοῦ Ἡφαίστου τοῦθ’ ὑμᾶς ἐργασαμένου. καὶ περιστήσεταί γε ὑμᾶς ταῦτα, ὥσπερ εἰκός, ἴνα ὄντας· ἥξουσιν οἱ τίλλοντες. ἀλλὰ σοὶ μὲν οὗτος ὁ φόβος, ὁ Μίκκαλος δὲ ἡμῖν οὐκ ἐν περιουσίᾳ τριχῶν.