Ancient Greek · ~2 min
Letter 652
Libanius, Epistulae 1-839 652
Not analysed yet
Ἱλαρῖνος οὑτοσὶ τὸ μὲν Ἕλλην ἀπὸ τῆς Εὐβοίας. δικῶν δὲ οὐκ ἄπειρος. ἐμοῦ δὲ ἤρα καὶ πρὶν ἰδεῖν. ἐπὶ δὲ τὴν τῶν νόμων μητέρα ἥκει τὸ Σωκράτους μιμούμενος νομί- ζων ἁπάσῃ ἡλικίᾳ πρέπειν τῶν καλῶν τι μανθάνειν. τοῦ· τὸν ἴνα ποίησαι τῶν περὶ σαυτόν, κἂν προσίῃ δέχου μεθ’ ἡδονῆς, κἂν ὀκνῇ, μεταπέμπου. εἴς τε γὰρ ἄνδρα χρηστὸν τὰ τοιαῦτα ποιήσεις καὶ τῆς αὐτῆς ὁδοῦ δώσεις ἡμῖν χάριν, οἷς χαριζόμενος οἴει κερδαίνειν.