Ancient Greek · ~3 min
66.1 to 66.3
Libanius, Epistulae 1-839 66.1-3
Not analysed yet
Ἔτι μου λέγοντος πρὸς τοὺς φίλους τί τοῦτο; Θε- μίστιος οὐκ ἐπιστέλλει; φανεὶς Εὐάγριος, εἰ λάβοιμί σου γράμματα, ἤρετο. τὰ δ’, ὡς ἔοικεν, ὁ μὲν ἔπεμψε τὸν δώ- σοντα, πρὶν δ’ ἢ λαβεῖν αὐτὸς ἦν ἐπ’ ἀγορᾶς. εἶτα ἀναστρέψας εἶχον τὴν φίλην ἐπιστολὴν φράζουσαν ἃ πάλαι ἠπιστάμην, ὡς αὖθις συγγένοιο τῷ βασιλεῖ σὺ μὲν ταυτὶ μόνα, παρὰ δὲ τῆς φήμης ταῦτά τε καὶ πλείω, τιμαί τε ὅτι σοι μείζους ἢ πρότερον γένοιντο τραπέζης τε κοινωνία πλείω δηλοῦσα τὴν οἰκειότητα καὶ ὡς ὅσα ἐπήγγελλες φίλων ἦν κηδομένου καὶ ὡς ὅσων μνησθείης εὐθὺς ἐν ἀμείνοσι καὶ ῶς ὁ διδοὺς παρ- ᾔει τὴν τοῦ λαμβάνοντος ἡδονή, ἔγεμον δὴ καὶ αὐτὸς ἡδονῆς αὐτὸς ἡγούμενος ἥκειν τε ἐκεῖσε καὶ ὧνπερ σὺ τετυ- χηκέναι καὶ ὅσαπερ σὺ κεχαρίσθαι. καὶ τῶν δικαίων γε τού- τῶν μήτε σὺ παύσαιο διαύλων μήτε τῶν τιμῶν ὁ βασιλεύς.