Ancient Greek · ~3 min
Letter 65
Libanius, Epistulae 1-839 65
Not analysed yet
Κρᾶσις ἔχει μέ τις ἡδονῆς καὶ τοὐναντίου τὸ μὲν γὰρ ἐπίδοσιν λαμβάνειν Πρισκιανῷ τὴν τύχην τοῦθ’ ἡμῖν ἑορτή, τὸ δὲ διεστάναι με τοῦ τὸν ἐμὸν θεῖον εἰς τἀμὰ μιμουμένου τοῦτό γε ἡμῖν οὐ κοῦφον. ἀλλὰ γὰρ ἔδει μὴ μόνον <τῶν> ἰατρῶ ἀλλὰ καὶ τῶι ῥητόρων τὸν ἄκρον συνεῖναι τῷ βασι- λεῖ. καὶ διὰ τοῦτο πάλαι μὶν Ὀλύμπιος ἐγγὺς ἐκείνῳ, νῦν δὲ ὁ ῥήτωρ ἀφῖκται. ποιήσεις δὲ αὐτῷ τὴν ἤν οὐ χείρω τῆς οἰκείας κοινοὺς αὐτῷ φίλους τοὺς σαυτοῦ καθιστάς. σὺ μὲν γὰρ οὐκ ἀπόνως ἴσχυσας, ὁ δὲ ἐν τῇ σῇ δυνάμει ταχέως ἰσχύ- σει. σοὶ μὲν γὰρ οὐδεὶς τοιοῦτον προητοίμασεν ὅρμον ὁ δὲ ἐκ τῶν σῶν ἄθλων ἀκονιτὶ στεφανώσεται.