Ancient Greek · ~2 min
66.5 to 66.6
Libanius, Epistulae 1-839 66.5-6
Not analysed yet
τήν τε οὖν ὑπόσχε- σιν ἐπιτελεῖν καὶ εἴ τί σοι μετ’ ἐκεῖνα πεποίηται, μὴ φθονεῖν καὶ τό γε ᾆσμα προστιθέναι τοῦ τὸν ἀνδριάντα κεκοσμηκότος ποιητοῦ, μᾶλλον δὲ ᾧ τὸ ᾆσμα κεκόσμηκεν ὁ πρὸς τὸν σὸν τύπον ἀκολουθήσας χαλκός. τὸν μὲν γὰρ ὄνυχα εἴδομεν ἐκ τῶν πρὸς Εὐδαίμονα γραμμάτων, δεόμεθα δὲ τοῦ λέοντος. Μητέριος δὲ εἷς ἦν τῶν ἀγγελλόντων τὰ σά, καὶ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς ἄλλους ἀλλὰ τό γε διηγούμενον χαί- ρειν καὶ μικροῦ γε ὑπὸ τοῦ χαίρειν πέτεσθαι, τοῦτο δὴ αὐτὸν ἐποίει βελτίω τῶν ἄλλων ἀγγέλων.