Ancient Greek · ~4 min
Letter 67
Libanius, Epistulae 1-839 67
Not analysed yet
Ἡμῖν μὲν οὐκ ἔργον οὔτε γράφειν οὔτι δεῖσθαι περὶ τῶν αὐτῶν, σοὶ δ’ οὐκ ἂν ἔχοι καλῶς ἀεὶ περὶ τῶν αὐτῶν ἀκούειν· τὸ γὰρ ἡμῖν μένειν τὴν χρείαν τῆς σῆς, ἵν’ εὐφήμως εἴπω, προθυμίας ἔλεγχος. πόθεν οὗν πορισώμεθα παρα- μυθίαν ἐφ’ οἷς ὑβρίζει Σευῆρος; ἀπὸ τοῦ περιῃρῆσθαι Κλε- άρχῳ τὴν δύναμιν; καὶ μὴν ηὔξηται τῆς Τύχης τὰ δίκαια ποιούσης. ἀλλ’ ὡς ὄχλῳ διακωλύεται πραγμάτων; καὶ ποῦ τοσοῦτο πλῆθος, ᾧ μὴ ῥᾷστα ἂν ἐπαρκέσαι; τί δαί; οὐ τὰ μέγιστα ὤνησεν ἀρξάμενος ἀμύνειν; οὐδὲ ἔστιν εἰπεῖν ἡλίκα τί οὖν παθὼν οὐ βεβαιοῖ τὴν παροιμίαν ἥ φησιν· ἄρξομαι ἐξ ἀγαθοῖο, τελευτήσω δ’ ἐς ἄμεινον; ἀλλὰ τὰ μὲν ἀπὸ βαλβῖδος λαμπρά, προιὼν δὲ θρασύνεσθαι τῷ Σευήρῳ δέδωκε, καὶ τὸ δοκοῦν τότε πέρας ἀρχὴν ἔτεκε πραγμάτων. ὡς οὖν Κλεοβούλου μὲν ἀδικουμένου, σοῦ δὲ καταφρονουμένου δίκην ὑπὲρ ἀμφοῖν λαβέ. δίκη δὲ μεγίστη Σευήρῳ τὸ τὰ ἀλλότρια μὴ δυνηθῆναι λαβεῖν.