Ancient Greek
Letter 671
Libanius, Epistulae 1-839 671
Not analysed yet
Ἐδίδαξα τὸν καλὸν Φωσφόρον, ὁποδαπός τε εἴης καὶ τίς τὸν τρόπον καὶ τίς τοὺς λόγους καὶ τίνων πατήρ, ἤδη γὰρ ἔστι σοι τὸ διὰ τοὺς παῖδας τιμᾶσθαι, ὁ δὲ ἐδέξατό τε τοὺς λόγους καὶ πάντα ἔφη ποιήσειν ὥστ’ ἔχειν ἐμοί τε καὶ σοὶ καλῶς. ἀνακτῶ δὴ τὰ διεφθαρμένα τῶν πραγμάτων καὶ τοῖς υἱέσιν ἑτοίμαζε παμφόρους ἀγροὺς καὶ παραμυθοῦ τὸ γῆρας ταῖς ἀπὸ τούτων ἐλπίσιν.