Ancient Greek
Letter 675
Libanius, Epistulae 1-839 675
Not analysed yet
Τοῦ καλὸν κἀγαθὸν Ἀέτιον εἶναι τουτονὶ μὴ ζήτει καλ- λίω μάρτυρα τῆς Ἀνατολίου γνώμης. εἰ μὲν οὖν ἐκεῖνος περιῆν, Φοινίκην τ’ ἂν οὗτος ᾤκει καὶ ἦν εὐδαίμων· οἰχο- μένου δὲ σὺ γενοῦ τοῦ φίλτρου κληρονόμος οὐκ εἰς τὸ πεῖσαι μετοικεῖν οὐδ’ ὥστε πληρῶσαι τὰς μεγάλας ἐλπίδας, ἀλλ’ εἰς τὸ μὴ τὰ αὑτοῦ περιιδεῖν ἀποβαλόντα.