Ancient Greek
Letter 677
Libanius, Epistulae 1-839 677
Not analysed yet
Εὖ ᾔδειν ὅτι ταῖς συνθήκαις ἐμμένεις ταῖς περὶ τῆς διφθέρας· ἃ δὲ γενέσθαι σοι κελεύεις ὅπως καὶ ἔσται ταχέως, ἐπιμελησόμεθα· τὸ γὰρ ἀπότευγμα τοῦ μὴ ποιήσοντός ἐστιν ἡ πόλις δὲ ἡμῖν καὶ ταῦτα ἀπὸ θαλάσσης ᾠκισμένη πολ- λοῖς πλήττεται τοῖς κύμασι, κἂν ἔρῃ τι περὶ τῶν φίλων, πολ- λοὶ μὲν οἱ φάσκοντες εἰδέναι, οἶδε δὲ οὐδείς. εὐχώμεθα δὴ μετ’ εὐμενείας Ἀλέαι νδρᾳ παραστῆναι τὰς Εἰλειθυίας, ὅπου- περ ἂν ὁ καιρὸς ἐπείγῃ.