Ancient Greek
Letter 679
Libanius, Epistulae 1-839 679
Not analysed yet
Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν σβέσας, ἧς ἐγὼ μὲ. καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασι- λεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόν- τος ἀρετὴν μηνύεις. ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει.