Ancient Greek
Letter 686
Libanius, Epistulae 1-839 686
Not analysed yet
Ἐπέταξας ἡδέως ὑπηρετοῦντι· καὶ ὁ Μόδεστος δὲ τῶν ἑτοίμως ἦν πάντα· ποιούντων. χαίρω δὲ ὅτι εἰς ἀρχὴν ἐξ ἀρχῆς, εἰς Παλαιστίνην ἐκ Παλαιστίνης. εἰ οὖν πρὸς τοὺς γείτονας ἀεὶ τοῦτο προβήσεται τὸ καλόν, ἥξεις δή που καὶ παρ’ ἡμᾶς διὰ τὴν ἀρχὴν βαδίζων.