Ancient Greek
Letter 702
Libanius, Epistulae 1-839 702
Not analysed yet
Ἡ μὲν πρὸς τὸν ὦμον καὶ διὰ λόγων καὶ διὰ φαρμά- κων ἥκει σοι βοήθεια παρὰ τῶν ἡμετέρων ἰατρῶν, αὐτὸς γὰρ ἄμφω μετεπέμπου· περὶ δὲ τοῦ πότερον ἐπανελθεῖν βέλτιον ἢ προσθεῖναι τὸ μέρος τὰ πράγματα συμβουλεύσει, φωνῆς δὲ οὐδὲν δεῖ. ζεῦγος μὲν γὰρ εἰ γένοιτό σοι παρὰ τοῦ βασι- λέως καὶ καλοῖ, δῆλον ὡς ἐκεῖσε δεήσει τρέχειν, εἴπερ ἐξείη κινεῖσθαι· μὴ δοθέντος δὲ πρὸς τὴν πατρίδα βλέπειν ἀνάγκη. τῇ μέντοι Δημοσθένους ἐτῳδῇ μὴ παύση τὴν ψυχὴν ἐώμενος, ἐάν τε εἰς Θρᾴκην ἴῃς ἐάν τε ἐπανίῃς, ἥ φησι δεῖν γενναίως τὰ παρὰ τοῦ θεοῦ φέρειν.