Ancient Greek
Letter 711
Libanius, Epistulae 1-839 711
Not analysed yet
Ἀπειρήκαμεν τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, πότε ἀφίζεσθε; καὶ γὰρ ἐξαπατῶντες οἱ πλείους, ἴν’ ἡμᾶς εὐφραίνοιεν, αὐτίκα φασίν. εἶθ’ ἡμεῖς μὲν προσκείμεθα τοῖς εἰσιοῦσι καὶ γιγνόμεθα τῆς ὁδοῦ χαλεπώτεροι τοῖς κεκομμένοις, ὑμεῖς δὲ ἄρα λαβόμενοι θαλάττης πολλὰ βοσκούσης ἡδίω τὰ κύματα τῆς ἠπείρου κρίνετε. ἢν οὔ· ποτε ὑμᾶς ἐνταῦθα λάβωμεν, γραφὴν ἀποίσομεν, ἡ δὲ ἤπειρος δικάσει.