Ancient Greek
Letter 713
Libanius, Epistulae 1-839 713
Not analysed yet
Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ’ ὑμῶν καὶ βουλό- μενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας καὶ τῶν ἐλπίδων. οὔκουν ἐπ’ ἀμείνω σε παπακαλεῖν ἔχοιμ᾿ ἄν, ἀλλ’, ἂν μείνῃς ὅμοιος, ἀρκέσει δεῖ δέ σε τῇ περὶ τὰ πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.