Ancient Greek · ~2 min
72.1 to 72.2
Libanius, Epistulae 1-839 72.1-2
Not analysed yet
Πολλοὺς μὲν παρὰ πολλῶν ἀκούσῃ λόγους ἐπαινούντων τουτονὶ Παρθένιον, οἷς οὔτε ἀπιστήσεις οὔτε ἀντερεῖς ὡς οὐκ εὖ τὸν ἄνδρα ποιητέον, ἐγὼ δὲ οὐχ ὡς οὐκ ἀρκεσόντων ἐκεί- νων προσέθηκα τὴν ἐπιστολήν, ἀλλ’ ὅτι αἰσχρὸν ἦν μοι μό- νῳ περὶ αὐτοῦ σιγῆσαι. δι’ ὂν γὰρ εὐχόμην γενέσθαι μοι τοιοῦτον καιρόν, ὑπὲρ τούτου μὴ χρῆσθαι παρόντι τῷ καιρῷ πῶς οὐκ ἀδίκημα; Παρθενίου γὰρ μέλει μέν μοι καἰ διὰ τὰ δίκαια τῆς πατρίδος, μέλει ἴε καὶ διότι τῶν ἐμῶν τὸ κεφά- λαῖον φίλων.