Ancient Greek · ~2 min
Letter 71
Libanius, Epistulae 1-839 71
Not analysed yet
Ἀνήρ ἐστιν ἐπιεικὴς ὁ διδούς σοι τὴν ἐπιστολὴν καὶ πραγμάτων ἀφ’ ὦν ἦν κερδαίνειν οὐκ ἐπὶ κέρδει προστάς. ἐγὼ δὲ αὐτὸν πολλαχοῦ μὲν ἐκάλεσα σύμμαχον, εὗρον δὲ οὐ- δαμοῦ ῥᾴθυμον. καὶ παρῄνεσά γε αὐτῷ τοὐναντίον ποιῆσαι τῇ παροιμίᾳ καὶ ἐφ’ ἵππους ἀπὸ τῶν ἴνων. σὺ δ’ ἡμῖν κυ- ριος ὡς τάχιστα Μαὶ τὸν ἄνδρα ἱππέα. φήσεις δέ με πεῖραν αὐτοῦ λαμβάνων ὡς οὐκ οἶδα ἐπαινεῖν κακούς.