Ancient Greek · ~2 min
72.4 to 72.6
Libanius, Epistulae 1-839 72.4-6
Not analysed yet
καὶ τούτου μάρτυς ἐγὼ τὴν πεῖραν ἐν τοῖς πρὸς ἐμὲ πεπραγμένοις λαβών. περὶ οὗ δὴ ταῦτα ἔξεστι λέγειν, τοῦτον οἴμαι κἂν πόλεσιν ἐπιστάντα φυλάξαι τὴν μελέτην καὶ τοῖς ἡδέως ψέγουσιν ἀποκλεῖσαι τὰ στόματα. ἐγὼ μὲν οὖν, οὐ κύριος μόνον, συνεύχομαι τοιαῦτα Παρθενίῳ προσήκοντά γε ἄνωθεν ἀπὸ προγόνων αὐτῷ, πὰρ οἷς δὲ τὸ πράττειν, τούτων ἂν εἴη ποιῆσαι τὴν εὐχὴν ἔργον.