Ancient Greek · ~3 min
73.1 to 73.3
Libanius, Epistulae 1-839 73.1-3
Not analysed yet
Μαλλὸν ἢ πρότερον ἐκμαθὼν Παρθένιον πλέον ἢ πρὸ τερον ἀγαπῶ· τότε μὲν γὰρ ὡς ἂν πολίτην καὶ φίλου μοι συγγενῆ, νῦν δὲ ἔν τινων ἐξετάσει πραγμάτων τοιαύτην ἔδειξέ μοι τὴν γνώμην, ὥστ’ εἰ μὴ πάντ’ αὐτῷ χαριζοίμην, εἰκότως ἂν κατηγοροίμην. ἔχων δὴ τυγχάνειν ὅτου θέλοι παρ’ ἐμοῦ γράμματα ἠθέλησε παρ’ ἐμοῦ σοὶ φέρειν ὡς σοῦ τε ἐρρωμέ- νως βοηθεῖν εἰδότος ἐμοῦ τε παρὰ <ἐν> τοῖς πρώτοις ταγμένου. ταύτῃ δὲ τῇ δόξῃ σὲ μᾶλλον ἐδόκει μοι τιμᾶν ἢ ἐμέ. πατὴρ γὰρ ὅταν ὑπὸ παιδὸς θεραπεύηται, τῷ μὲν εὐ- δαιμονίζεσθαι, τῷ δὲ ἐπαινεῖσθαι περιγίνεται, τῷ μὲν ὧν ἔτα- ξεν ὁ νόμος μετέχοντι, τῷ δὲ βεβαιοῦντι τὸν νόμον.