Ancient Greek
Letter 725
Libanius, Epistulae 1-839 725
Not analysed yet
Ἀλλ’ εἰ καὶ μὴ πρὸς ἡμᾶς ἐπιστέλλεις, ἡμεῖς γε τοῖς σοῖς ἑστιώμεθα γράμμασιν. ὅταν γὰρ ὅτι τις ἔλαβε μάθοvεν, εὐθὺς ἡμεῖς πλησίον καὶ ἢ πείσαντες ἢ κρατήσαντερ ἀκόντων ἀνέγνωμεν. τὸ μὲν οὖν κέρδος οὐχ ἧττον ἢ ᾿κείνων, τὸ τετιμῆσθαι δὲ παρ’ ἐκείνοις μόνοις ἐρῶμεν δὲ καὶ αὐτοὶ τιμῆς, ἐπειδὴ καὶ φίλτρου τοῦ παρὰ σοί. δῆλον γὰρ ὡς, εἴ τι τιμήσεις, οὐκ ἄνευ γε τοῦ φιλεῖν τοῦτο ποιήσεις.