Ancient Greek
Letter 729
Libanius, Epistulae 1-839 729
Not analysed yet
Ἕνεκα μὲν λόγων ἐξ Ἐλευσῖνος εἰς Ἐλευσῖνα πέπομφας τὸν ἔταφον, ταὐτὰ γὰρ οἴμαι μυστήρια, καὶ λόγοις οὐ καινοῖς ἐντεύξεται, τὴν δ’ ἀποδημίαν αὐτῷ πεποίηκε δόξα τις περὶ Σύρων, οὐ σοφιστοῦ δύναμις. δοκεῖ γάρ πως ἡ πρὸς τὸ ἔθνος ὁμιλία δύνασθαι ψυχὰς ἀκονᾶν καὶ ποιεῖν ἐπιτηδείους χρῆ- σθαι πράγμασιν. ἢν οὖν ὀξύτερος ὁ νέος ἐπανέλθῃ, τὴν πόλιν αἰτιάσασθε μᾶλλον ἢ τὸν ὧν ἀπέλαυεν οἴκοι τούτων ἐν ξένῃ μεταδόντα.