Ancient Greek
Letter 749
Libanius, Epistulae 1-839 749
Not analysed yet
Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ οἱ νῦν ἔπαινός τι ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν. ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῆ κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων. ταῦτα εἰπὼν ὁ γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρ’ ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἴν’ οὖν ἐκεῖνος ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλ’ οὕτως καὶ κτῶ δόξαν τῇ περὶ πάντα ἀρετῇ.