Ancient Greek
Letter 765
Libanius, Epistulae 1-839 765
Not analysed yet
Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα δὲ ἐπράττετο πολλῶν ἁρπαζόντων τὴν διακονίαν κοὶ ζητοῦν- τος ἑκάστου τὸ ἔργον αὑτοῦ γίνεσθαι. ἐντεῦθεν καὶ αὐτὸς ἐγενόμην τῶν ὅτι τέλος ἔχει μαθόντων πρίν τι συμβαλέσθαι μέρος. ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε- δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου- σθήσῃ.