Ancient Greek
Letter 776
Libanius, Epistulae 1-839 776
Not analysed yet
Μάγνον φιλῶ μέν, ὡς εἰκὸς συμφοιτητήν τι καὶ ἄν χρηστόν, θαυμάζω δὲ ὡς ῥήτορα δεινόν τε καἰ ἰσχυρόν· βου- λοίμην δ’ ἂν αὐτὸν νικᾶν μὲν ἐνταῦθα τοὺς ἀντιπάλους, καρ- ποῦσθαι δὲ τὴν ἐκεῖ γῆν οὐ πολλὴν μέν, πατρῴαν δέ. τὰς μὲν οὖν νίκας αὐτὸς ὁρᾶν μοι παρέχει τρεπόμενος ἄλλους ἐπ ἄλλοις· τοῦ δ’ ἐΜεν αὐτῷ τι προσιέναι μελέτω σοί. μέλοι δ’ ἄν, εἰ οὓς ἐπέστησε τοῖς πράγμασι γνωρίζοις τε καὶ δικα- στηρίου χρῄζοντας εὐμενῶς δέχοιο. ταῦτά τε οὖν χαρίζου καὶ γράφε, δύο γὰρ οὕτω γε χαριῇ, τά τε ἔργα τόν τε ὑπὲρ αὐτῶν λόγον. εἰ δὲ τὸ μὲν ποιοῖς, τὸ δὲ μὴ προστιθείης, γρα- ψόμεθά σε παρὰ ταῖς Μούσαις, ὅτι δὴ τὸν πρότερον ἀτιμά- ζεις χορόν.