Ancient Greek
Letter 781
Libanius, Epistulae 1-839 781
Not analysed yet
Οἶδα ὃ καλεῖς τὴν περὶ ἐμοῦ φήμην· οὐκ ἀνθρώπους χιλίους ἢ μυρίους ἢ δὶς τοσούτους, ἀλλ’ Ἀκάκιον τὸν ῥήτορα καὶ τὸ Ἀκακίου στόμα πολλῷ μὲν ἐμοὶ κάλλιον δισμυρίων στομάτων, οὐκ ἔξω δὲ ὑποψίας διὰ τὴν ἄγαν φιλίαν. οὐ μὴν ἀλλ’ ὧν ἔχομεν ὁ Γάϊος ἀπολαύσεται καὶ τοσαύτης γε προθυμίας ὅσης ὁ παῖς ἐκείνου τοῦ τὴν φήμην πεποιηκότος. ὑμεῖς τε γὰρ ἄξιοι τιμῆς ἐκεῖνός τε ταῦτα κελεύει παῖδα μὲν αὑτοῦ τὸν ὑμέτερον καλῶν, διηγούμενος δὲ καὶ τἄλλα, ὡς εἴη τε ὑμῖν ἀγαπητὸς καὶ μόλις ἡ μήτηρ ἀπ᾿ αὐτοῦ διαλυθείη μέχρι τῶν ὅρων εἰλημμένη. ταῦτ᾿ οὖν ἀεί τε μεμνησό- μεθα καὶ φήσεις οὐκ ἂν αὐτῷ γίγνεσθαι παρὰ τοῦ πατρὸς πλέον, εἴπερ ἐτύγχανε ζῶν ᾖπερ ἐγὼ τέχνῃ.