Ancient Greek
Letter 813
Libanius, Epistulae 1-839 813
Not analysed yet
Ταυτὶ γὰρ ἀγαθῶν γειτόνων ἐπικουρεῖν ἐν ταῖς ἀτυχίαις τοῖς πλησίον οἰκοῦσι. σὺ δ’ ἀμφότερα τὴν παροιμίαν πεπλή- ρωκας εὐφημίαις ἔργα προστιθείς. ἡμῖν δὲ ὁ λιμὸς διπλοῦν γἐγο ἑ κακόν, αὐτός τε καὶ ἡ δι’ οὐτὸν κατὰ τῆς πόλιας ὀρ- γή· ἣν εἰ μή τις λύσει θεῶν, δέδοικα μὴ τὸν λιμὸν διαφυ- γόντες ἐν ἀφθονίᾳ τῶν ὠνίων πληγῶμεν. ἀλλὰ σύ τι εὔχου καὶ τῶν ἄλλων οὓς οἶσθα θεοῖς φίλους, πεῖθε τὸ αὐτὸ ποιεῖν.