Ancient Greek
Letter 820
Libanius, Epistulae 1-839 820
Not analysed yet
Τῶν Μουσῶν νόμισον ταύτην εἶναι τὴν πρεσβείαν βου- λομένων αὑταῖς Ἀστεῖον, ἕνα τῶν χορευτῶν, ἔτι πλείω προσ- διατρίψαι χρόνον. ὁ δὲ Ἀστεῖος οὗτος ἧκε μὲν ὡς οὐχ ἁψό- μενος λόγων, ὁρῶν δὲ ἄλλους κτωμένους ἐπεθύμησε τοῦ κτή- ματος καὶ μέρος λαβὼν πένθος ποιεῖται τὸ μὴ καὶ ἄλλα λαβεῖν. ἀλλ’ ἢν μὲν ὁ πατὴρ αὐτῷ Μαρκιανὸς ἀπηλλαγμέ- νος ᾖ πραγμάτων, ὑπάρξει τούτῳ μένειν ἐφ’ ὧν ἐστι καὶ νῦν· ἢν δὲ ἐκεῖνόν τις ἕλκη, καὶ τοῦτον ἐκεῖνος εὐθέως οὐκ ἀγνοῶν μὲν τὴν βλάβην, τοῦ γήρως δὲ ἀναγκάζοντος. σὸν οὖν, ὦ γενναῖε, γενέσθω τὸν μὲν ἐν ἡσυχίᾳ διατηρῆσαι, τῷ δὲ συν- αγωνίσασθαι πρὸς τὴν τέχνην· ὡς ὧν νῦν εὖ ποιεῖς τοὺς ἀρχομένους οὐχ ἧττον, εἰ διὰ σὲ ῥήτωρ ἔσται τις αὐτῶν. εἴσονται δὲ πάντες, ὃ δώσεις, ἐμοῦ τε οὐ σιγῶντος καὶ τούτου περὶ τῆς χάριτος γράφοντος.