Ancient Greek
Letter 822
Libanius, Epistulae 1-839 822
Not analysed yet
Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπε- πτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ τῶν πατρῴων ἀγαθῶν χαίρω. χαίρω δὲ καὶ τῷ χρηστῷ Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν ἐφ’ ἃ τοσαῦτα αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐ πλέο εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν.