Ancient Greek
Letter 824
Libanius, Epistulae 1-839 824
Not analysed yet
Ὁ μὲν βασιλεὺς τοῦ βασιλέως οὐ χείρων, φαίην δ’ ἂν ὅτι καὶ βελτίων, εἴ τις τὴν ὅλην ἀρετὴν πρὸ τῆς ἀλογίστου τόλμης ἄγοι· τὸν σύμβουλον δὲ τῷ συμβούλῳ παραβάλλων ὄρα μὴ δόξῃς ἀγνοεῖν, ὅσον ὄνου καὶ ἵππου τὸ μέσον. ἐγὼ δὲ λιμοῦ μὲν τὴν πόλιν ἱκετεύων ἐξειλόμην, ὃ καὶ μηδενὸς ἱκετεύοντος ἴσως ἂν ὑπῆρξεν ἀπὸ τῆς ἐκείνου γνώμης· πεῖσαι δὲ ὡς οὐκ ἠδίκηται παρ’ ἡμῶν ἐπεχείρησα μέν, ἀπῆλθον δὲ οὐ δυνηθείς· τοιούτῳ ῥήτορι προσεπάλαισα. λείπεται δὴ πρὸς διαλλαγάς, ἐφ’ ὃ ἡμεῖς τετράμμεθα, καὶ σὲ παρακαλοῦμεν.