Ancient Greek
Letter 830
Libanius, Epistulae 1-839 830
Not analysed yet
Οὐ τῶν ῥητορικῶι οὐδὲ τῶν εὐπόρων οὐ τῶν ἄλλην ἐχόντων δύναμίν ἐστιν Αὶνείας οἶτος, πλὴν εἴ τις λέγοι δύ- ναμιν τὴν ἐπιείκειαν καὶ τὸ εἶναι χρηστόν· ὡς ταῦτά γε αὐτῷ πρὸς ὑπερβολὴν μεμελέτηται. μαρτυρῶ δὲ αὐτὸς πειθόμενος τοῖς μαρτυροῦσιν αὐτῷ φίλοις γε οὖσιν ἐμοί τι καἰ Ἀληθείᾳ. καὶ πιστεύω γε τὸν Αἰνείαν τεύξεσθαι βοηθείας παρὰ τῷ τὸ πράγματα πρὸ τῆς τῶν ἀγωνιζομένων ὁρῶντι τύχης.