Ancient Greek
Letter 836
Libanius, Epistulae 1-839 836
Not analysed yet
Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος. πράττω δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμού- μενος ἀντεπιστελεῖς. παρ’ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶι ἡμῖν ἐστιν ὡμιληκότων μετὰ κόσμου τι καἰ προθυμίας. ᾧ κεχάρισμαι τὸ ἐντυχεὶν σοι, σὺ δὲ ἐμοὶ χαριῇ τὸ τοῦτον ἡμέ- ρως ἰδεῖν.