Ancient Greek
Letter 839
Libanius, Epistulae 1-839 839
Not analysed yet
Καὶ Ἡρακλείδης τυχέτω τῆς παρὰ σοῦ συμμαχίας, ἀνὴρ Μεμφίτης, Ἀσκληπιῷ φίλος, ἐπιεικὴς τὸν τρόπον πατρῷα ταῦτα διαδεξάμενος καὶ γὰρ ἐκεῖνος ἦν ἑταῖρός τε τῷ θεῷ καὶ τἄλλα χρηστὸς καὶ δι’ αὐτό γε τοῦτο τῷ θεῷ φίλος, ὅτι χρηστός. ᾧ πολλὰ μὲν εἰς τὴν πόλιν χρήματα, πλείω δὲ εἰς ξένους ἀνάλωται. βλέψας δὲ εἰς τὸν Ἡρακλείδην ὄψει διὰ τῆς μορφῆς τὴν γνώμην· οὕτω μηνύει τὴν καλοκἀγαθίαν τοῖς ὄμμασιν. εἰ δέ σοι σχολὴ καὶ ἐπῶν ἀκούειν, ᾄσεται καλὰ καὶ γενναῖα καὶ ἃ φήσαις ἂν Ὁμήρου. τοῦτον ἡμῖν, πρὸς Ἀσκληπιοῦ, χαίροντα ἀπόπεμψον, ὅπως σε τῇδε μὲν παρ’ ἡμῖν, οἴκοι δὲ ἐπαινέσῃ παρὰ τῷ θεῷ. ἔρρωσό μοι πανοικεσίᾳ. δικαιότατε.