Ancient Greek · ~1 min
93.2 to 93.3
Libanius, Epistulae 1-839 93.2-3
Not analysed yet
πρὸς τί δὴ βλέπων ἐπελάβου τοῦ περὶ ῥινὸς λόγου; ἐγὼ μὲν γάρ, ὅπως σε εὐφραίνοιμι, τοῦτο ἔγραφον, ἔοικα δέ τις εἶναι σκαιὸς καὶ ἀμαθής. ὅρα οὖν, εἰ σοι καλῶς ἕξει δια- βῆναί τι ταυτησὶ τῆς ἀπαιδευσίας εἰς τὸν σὸν υἱόν· ὡς ἐγὼ μὲν ὧν κέκτημαι μεταδοῦναι πρόθυμος, εἰ δὲ τῷ λαμβάνοντι τὸ λαβεῖν οὐ βλάβος, Κρατῖνος ὁ καλὸς σκοπείτω.